|
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/thucydides-history.asp |
Thucydides Bilingual
Anthology : A HISTORY OF IDEASfrom Thucydides' History, * Ch. 1.1.1-1.1.3, 1.22.1-1.22.4, * Translated by R. Crawley, * Greek Fonts
|
|
Ἱστορίη ἰδεῶν Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων͵ ὡς ἐπολέμησαν πρὸς ἀλλήλους͵ ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων͵ τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους͵ τὸ μὲν εὐθύς͵ τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων͵ ὡς δὲ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. |
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/thucydides-history.asp