|
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/thucydides-democracy.asp |
Thucydides Bilingual
Anthology : DEMOCRACY OF THE BESTfrom the History, Ch. 2.65, * Translated by R. Crawley, * Greek Fonts
|
|
ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή Τοιαῦτα ὁ Περικλῆς λέγων ἐπειρᾶτο τοὺς Ἀθηναίους τῆς τε ἐς αὑτὸν ὀργῆς παραλύειν καὶ ἀπὸ τῶν παρόντων δεινῶν ἀπάγειν τὴν γνώμην. οἱ δὲ δημοσίᾳ μὲν τοῖς λόγοις ἀνεπείθοντο καὶ οὔτε πρὸς τοὺς Λακεδαιμονίους ἔτι ἔπεμπον ἔς τε τὸν πόλεμον μᾶλλον ὥρμηντο͵ ἰδίᾳ δὲ τοῖς παθήμασιν ἐλυποῦντο͵ ὁ μὲν δῆμος ὅτι ἀπ΄ ἐλασσόνων ὁρμώμενος ἐστέρητο καὶ τούτων͵ οἱ δὲ δυνατοὶ καλὰ κτήματα κατὰ τὴν χώραν οἰκοδομίαις τε καὶ πολυτελέσι κατασκευαῖς ἀπολωλεκότες͵ τὸ δὲ μέγιστον͵ πόλεμον ἀντ΄ εἰρήνης ἔχοντες. οὐ μέντοι πρότερόν γε οἱ ξύμπαντες ἐπαύσαντο ἐν ὀργῇ ἔχοντες αὐτὸν πρὶν ἐζημίωσαν χρήμασιν. ὕστερον δ΄ αὖθις οὐ πολλῷ͵ ὅπερ φιλεῖ ὅμιλος ποιεῖν͵ στρατηγὸν εἵλοντο καὶ πάντα τὰ πράγματα ἐπέτρεψαν͵ ὧν μὲν περὶ τὰ οἰκεῖα ἕκαστος ἤλγει ἀμβλύτεροι ἤδη ὄντες͵ ὧν δὲ ἡ ξύμπασα πόλις προσεδεῖτο πλείστου ἄξιον νομίζοντες εἶναι. |
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/thucydides-democracy.asp