|
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/plato-noone-is-evil.asp |
Plato Bilingual
Anthology : NO MAN IS VOLUNTARILY EVILfrom Timaeus, * 86.b-87.b, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
|
|
κακὸς ἑκὼν οὐδείς ἡδονὰς δὲ καὶ λύπας ὑπερβαλλούσας τῶν νόσων μεγίστας θετέον τῇ ψυχῇ· περιχαρὴς γὰρ ἄνθρωπος ὢν ἢ καὶ τἀναντία ὑπὸ λύπης πάσχων͵ σπεύδων τὸ μὲν ἑλεῖν ἀκαίρως͵ τὸ δὲ φυγεῖν͵ οὔθ΄ ὁρᾶν οὔτε ἀκούειν ὀρθὸν οὐδὲν δύναται͵ λυττᾷ δὲ καὶ λογισμοῦ μετασχεῖν ἥκιστα τότε δὴ δυνατός. τὸ δὲ σπέρμα ὅτῳ πολὺ καὶ ῥυῶδες περὶ τὸν μυελὸν γίγνεται καὶ καθαπερεὶ δένδρον πολυκαρπότερον τοῦ συμμέτρου πεφυκὸς ᾖ͵ πολλὰς μὲν καθ΄ ἕκαστον ὠδῖνας͵ πολλὰς δ΄ ἡδονὰς κτώμενος ἐν ταῖς ἐπιθυμίαις καὶ τοῖς περὶ τὰ τοιαῦτα τόκοις͵ ἐμμανὴς τὸ πλεῖστον γιγνόμενος τοῦ βίου διὰ τὰς μεγίστας ἡδονὰς καὶ λύπας͵ νοσοῦσαν καὶ ἄφρονα ἴσχων ὑπὸ τοῦ σώματος τὴν ψυχήν͵ οὐχ ὡς νοσῶν ἀλλ΄ ὡς ἑκὼν κακὸς δοξάζεται· τὸ δὲ ἀληθὲς ἡ περὶ τὰ ἀφροδίσια ἀκολασία κατὰ τὸ πολὺ μέρος διὰ τὴν ἑνὸς γένους ἕξιν ὑπὸ μανότητος ὀστῶν ἐν σώματι ῥυώδη καὶ ὑγραίνουσαν νόσος ψυχῆς γέγονεν. |
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/plato-noone-is-evil.asp