|
|
Plato Bilingual
Anthology : THE
WORLD IS A LIVING BEINGfrom Timaeus, * 30c-31b, 32b-34b, 92c, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
|
|
ζῷον ἓν ὁρατόν οὗ δ΄ ἔστιν τἆλλα ζῷα καθ΄ ἓν καὶ κατὰ γένη μόρια͵ τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶμεν. τὰ γὰρ δὴ νοητὰ ζῷα πάντα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει͵ καθάπερ ὅδε ὁ κόσμος ἡμᾶς ὅσα τε ἄλλα θρέμματα συνέστηκεν ὁρατά. τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελέῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιῶσαι βουληθεὶς ζῷον ἓν ὁρατόν͵ πάνθ΄ ὅσα αὐτοῦ κατὰ φύσιν συγγενῆ ζῷα ἐντὸς ἔχον ἑαυτοῦ͵ συνέστησε. πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν͵ ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον; ἕνα͵ εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα μεθ΄ ἑτέρου δεύτερον οὐκ ἄν ποτ΄ εἴη· πάλιν γὰρ ἂν ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι ζῷον͵ οὗ μέρος ἂν εἴτην ἐκείνω͵ καὶ οὐκ ἂν ἔτι ἐκείνοιν ἀλλ΄ ἐκείνῳ τῷ περιέχοντι τόδ΄ ἂν ἀφωμοιωμένον λέγοιτο ὀρθότερον. ἵνα οὖν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾖ τῷ παντελεῖ ζῴῳ͵ διὰ ταῦτα οὔτε δύο οὔτ΄ ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους͵ ἀλλ΄ εἷς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστιν καὶ ἔτ΄ ἔσται. (...) |
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/plato-living-being.asp