|
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/homer-odyssey-underworld.asp |
Homer Bilingual Anthology : THE UNDERWORLDfrom Homer's Odyssey, * Rhapsody 11. 1-332, 385-640, * Translated by S. Butler, * Greek Fonts
|
|
Ἀΐδης Αὐτὰρ ἐπεί ῥ΄ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν͵ νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν͵ ἐν δ΄ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηῒ μελαίνῃ͵ ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν͵ ἂν δὲ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι͵ θαλερὸν κατὰ δάκρυ χέοντες. ἡμῖν δ΄ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο ἴκμενον οὖρον ἵει πλησίστιον͵ ἐσθλὸν ἑταῖρον͵ Κίρκη ἐϋπλόκαμος͵ δεινὴ θεὸς αὐδήεσσα. ἡμεῖς δ΄ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα ἥμεθα· τὴν δ΄ ἄνεμός τε κυβερνήτης τ΄ ἴθυνε. τῆς δὲ πανημερίης τέταθ΄ ἱστία ποντοπορούσης. δύσετό τ΄ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· ἡ δ΄ ἐς πείραθ΄ ἵκανε βαθυρρόου Ὠκεανοῖο. ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε͵ ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτ΄ αὐτοὺς Ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν͵ οὔθ΄ ὁπότ΄ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα͵ οὔθ΄ ὅτ΄ ἂν ἂψ ἐπὶ γαῖαν ἀπ΄ οὐρανόθεν προτράπηται͵ ἀλλ΄ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι. νῆα μὲν ἔνθ΄ ἐλθόντες ἐκέλσαμεν͵ ἐκ δὲ τὰ μῆλα εἱλόμεθ΄· αὐτοὶ δ΄ αὖτε παρὰ ῥόον Ὠκεανοῖο ᾔομεν͵ ὄφρ΄ ἐς χῶρον ἀφικόμεθ΄͵ ὃν φράσε Κίρκη. |
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/homer-odyssey-underworld.asp