|
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/herodotus-end-of-history.asp |
Herodotus Bilingual
Anthology : THE END JUDGES EVERYTHINGfrom the History, * Lines 1.5.9-18, 1.30.4-1.34.3, * Translated by G. Rawlinson, * Greek Fonts
|
|
τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν Ταῦτα μέν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι. Ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὡς οὕτως ἢ ἄλλως κως ταῦτα ἐγένετο͵ τὸν δὲ οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα ἀδίκων ἔργων ἐς τοὺς Ἕλληνας͵ τοῦτον σημήνας προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου͵ ὁμοίως μικρὰ καὶ μεγάλα ἄστεα ἀνθρώπων ἐπεξιών. Τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν͵ τὰ πολλὰ αὐτῶν σμικρὰ γέγονε· τὰ δὲ ἐπ΄ ἐμέο ἦν μεγάλα͵ πρότερον ἦν σμικρά. Τὴν ἀνθρωπηίην ὦν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τὠυτῷ μένουσαν͵ ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως. |
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/herodotus-end-of-history.asp