|
|
Plato Bilingual
Anthology : SEARCHING FOR THE THINGS' REASONfrom Politicus, * 285.d-286.b, Theaetetus * 155.d, 173c-176a, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
|
|
μελετᾶν λόγον ἑκάστου δοῦναι καὶ δέξασθαι ἀλλ΄ οἶμαι τοὺς πλείστους λέληθεν ὅτι τοῖς μὲν τῶν ὄντων ῥᾳδίως καταμαθεῖν αἰσθηταί τινες ὁμοιότητες πεφύκασιν͵ ἃς οὐδὲν χαλεπὸν δηλοῦν͵ ὅταν αὐτῶν τις βουληθῇ τῷ λόγον αἰτοῦντι περί του μὴ μετὰ πραγμάτων ἀλλὰ χωρὶς λόγου ῥᾳδίως ἐνδείξασθαι· τοῖς δ΄ αὖ μεγίστοις οὖσι καὶ τιμιωτάτοις οὐκ ἔστιν εἴδωλον οὐδὲν πρὸς τοὺς ἀνθρώπους εἰργασμένον ἐναργῶς͵ οὗ δειχθέντος τὴν τοῦ πυνθανομένου ψυχὴν ὁ βουλόμενος ἀποπληρῶσαι͵ πρὸς τῶν αἰσθήσεών τινα προσαρμόττων͵ ἱκανῶς πληρώσει. διὸ δεῖ μελετᾶν λόγον ἑκάστου δυνατὸν εἶναι δοῦναι καὶ δέξασθαι· τὰ γὰρ ἀσώματα͵ κάλλιστα ὄντα καὶ μέγιστα͵ λόγῳ μόνον ἄλλῳ δὲ οὐδενὶ σαφῶς δείκνυται͵ τούτων δὲ ἕνεκα πάντ΄ ἐστὶ τὰ νῦν λεγόμενα. ῥᾴων δ΄ ἐν τοῖς ἐλάττοσιν ἡ μελέτη παντὸς πέρι μᾶλλον ἢ περὶ τὰ μείζω. |
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/ancient-Greece/plato-reason.asp